Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.62 Dem. 22.65 (English) >>Dem. 22.68

22.64εἶτα ταῦθʼ οὗτοι πεισθῶσʼ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργʼ ἐφʼ αὑτοὺς ἀναδέξωνται; ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σʼ ὀφείλουσιν σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖνʼ εἰδόσιν μὲν ἴσως, ὅμως δʼ ἐρῶ· ὁποίους τινὰς ἂν φαίνησθʼ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετʼ εἶναι.

22.65ὅτι τοίνυν ὅλως οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτὸν πότερʼ αὐτῷ δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν τοὺς τὰ κοίνʼ ὑφαιρουμένους. 22.66τίνος οὖν ἕνεκʼ, βδελυρέ, ἐτῶν ὄντων πλειόνων τριάκοντʼ ἀφʼ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτʼ ἐξητάσθης κατήγορος οὐδʼ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλʼ ἐνταῦθʼ ἐφάνης κηδεμὼν ὤν, οὗ σε πολλοὺς ἔδει κακῶς ποιῆσαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.62 Dem. 22.65 (English) >>Dem. 22.68

Powered by PhiloLogic